References for a Millennial Hebdomad
Posted 11/06/2008 - 19:59 by Noel Rude
סנהדרין דף צז.א ~ עבודה זרה דף ט.א תָּנָא דְּבֵי אֵלִיָּהוּ שֵׁשֶׁת אֲלפִים שָׁנָה הֲוֵי עָלְמָא שְׁנֵי אֲלָפִים תּוֹהוּ שְׁנֵי אֲלָפִים תּוֹרָה שְׁנֵי אֲלָפִים יְמוֹת הַמָּשִׁיחַ אמר רב קטינא וכו'....
סנהדרין דף צז.א ~ עבודה זרה דף ט.א ָּנָא דְּבֵי אֵלִיָּהוּ שֵׁשֶׁת אֲלפִים שָׁנָה הֲוֵי עָלְמָא שְׁנֵי אֲלָפִים תּוֹהוּ שְׁנֵי אֲלָפִים תּוֹרָה שְׁנֵי אֲלָפִים יְמוֹת הַמָּשִׁיחַ
אמר רב קטינא וכו'. מבואר בסוף ר"ה
שם) א
ָמַר רַב קַטִּינָא שִׁית אַלְפֵי שְׁנֵי הֲוֵי עָלְמָא וְחָד חָרִיב וכו' תַּנְיָא כְּוָותֵיהּ דְרָב קַטִּינָא כְּשֵׁם שֶׁהַשְּׁבִיעִית מְשַׁמֶּטֶת שָׁנָה אַחַת לז' (לְשֶׁבַע) שָׁנִים כָּךְ הָעוֹלָם מְשַׁמֶּט אֶלֶף שָׁנִים לְשִׁבְעַת אֲלָפִים שָׁנָה שֶׁנֶּאֱמַר וְנִשׂגַּב ה' לְבַדּוֹ בַּיּוֹם הַהוּא וְאוֹמֵר מִזְמוֹר שִׁיר לְיוֹם הַשַּׁבָּת יוֹם שֶׁכּוּלוֹ שַׁבָּת וְאוֹמֵר כִּי אֶלֶף שָׁנִים בְּעֵינֶיךָ כְּיוֹם אֶתְמוֹל תָּנָא דְּבֵי אֵלִיָּהוּ שֵׁשֶׁת אֲלָפִים שָׁנָה הֲוֵי עָלְמָא שְׁנֵי אֲלָפִים תּוֹהוּ שְׁנֵי אֲלָפִים תּוֹרָה שְׁנֵי אֲלָפִים יְמוֹת הַמָּשִׁיחַ
ΒΑΡΝΑΒΑ ΕΠΙΣΤΟΛΗ
Βαρναβα επιστολη 15.1. Ἔτι οὖν καὶ περὶ τοῦ σαββάτου γέγραπται ἐν τοῖς δέκα λόγοις, ἐν οἷς ἐλάλησεν ἐν τῷ ὄρει Σινᾶ πρὸς Μωϋσῆν κατὰ πρόσωπον· Καὶ ἁγιασατε τὸ σάββατον κυρίου χερσὶν καθαραῖς καὶ καρδίᾳ καθαρᾷ. 2. καὶ ἐν ἑτέρῳ λέγει· Ἐὰν φυλάξωσιν οἱ υἱοί μου τὸ σάββατον, τότε ἐπιθήσω τὸ ἔλεός μου ἐπ’ αὐτούς. 3. τὸ σάββατον λέγει ἐν ἀρχῇ τῆς κτίσεως· Καὶ ἐποίησεν ὁ θεὸς ἐν ἓξ ἡμέραις τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, καὶ συνετέλεσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ κατέπαυσεν ἐν αὐτῇ καὶ ἡγίασεν αὐτήν. 4. προσέχετε, τέκνα, τί λέγει τὸ συνετέλεσεν ἐν ἓξ ἡμέραις. τοῦτο λέγει, ὅτι ἐν ἑξακισχιλίοις ἔτεσιν συντελέσει κύριος τὰ σύμπαντα· ἡ γὰρ ἡμέρα παρ’ αὐτῷ σημαίνει χίλια ἔτη. αὐτὸς δέ μοι μαρτυρεῖ λέγων· Ἰδού, ἡμέρα κυρίου ἔσται ὡς χίλια ἔτη. οὐκοῦν, τέκνα, ἐν ἓξ ἡμέραις, ἐν τοῖς ἑξακισχιλίοις ἔτεσιν συντελεσθήσεται τὰ σύμπαντα. 5. Καὶ κατέπαυσεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. τοῦτο λέγει· ὅταν ἐλτὼν ὁ υἱὸς αὐτοῦ καταργήσει τὸν καιρὸν τοῦ ἀνόμου καὶ κρινεῖ τοὺς ἀσεβεῖς καὶ ἀλλάξει τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, τότε καλῶς καταπαύσεται ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. 6. πέρας γέ τοι λέγει· Ἁγιάσεις αὐτὴν χερσὶν καθαραῖς καὶ καρδίᾳ καθαρᾷ. εἰ οὖν ἣν ὁ θεὸς ἡμέραν ἡγίασεν νῦν τις δύναται ἁγιάσαι καθαρὸς ὢν τῇ καρδίᾳ, ἐν πᾶσιν πεπλανήμεθα. 7. ἴδε ὅτι ἄρα τότε καλῶς καταπαυόμενοι ἁγιάσομεν αὐτήν, ὅτε δυνησόμεθα αὐτοὶ δικαιωθέντες καὶ ἀπολαβόντες τὴν ἐπαγγελίαν, μηκέτι οὔσης τῆς ἀνομίας, καινῶν δὲ γεγονότων πάντων ὑπὸ κυρίου· τότε δυνησόμεθα αὐτὴν ἁγιάσαι, αὐτοὶ ἁγιασθέντες πρῶτον. 8. πέρας γέ τοι λέγει αὐτοῖς· Τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα οὐκ ἀνέχομαι. ὁρᾶτε, πῶς λέγει; οὐ τὰ σάββατα ἐμοὶ δεκτά, ἀλλἃ ὃ πεποίηκα, ἐν ᾧ καταπαύσας τὰ πάντα ἀρχὴν ἡμέρας ὀγδόης ποιήσω, ὅ ἐστιν ἄλλου κόσμου ἀρχήν. 9. διὸ καὶ ἄγομεν τὴν ἡμέραν τὴν ὀγόην εἰς εὐφροσύνην, ἐν ᾗ καὶ ὁ Ἰησοῦς ἀνέστη ἐκ νεκρῶν καὶ φανερωθεὶς ἀνέβη εἰς οὐρανοίς.
[Greek text and translation available in The Apostolic Fathers: Greek Texts and English Trtanslations, edited and revised by Michael W. Holmes. Grand Rapids: Baker, 1999; The Apostolic Fathers I, translated by Kirsopp Lake. Loeb Classical Library 24. Cambridge, Massachusetts: Harvard University Press, 1912.]
Email the author
ת
